Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.254 Joseph. BJ 6.260 (English) >>Joseph. BJ 6.267

6.258πλησίον δὲ τοῦ ναοῦ γινόμενοι τῶν μὲν τοῦ Καίσαρος παραγγελμάτων προσεποιοῦντο μηδὲ κατακούειν, τοῖς πρὸ αὐτῶν δὲ τὸ πῦρ ἐνιέναι παρεκελεύοντο. 6.259τῶν δὲ στασιαστῶν ἀμηχανία μὲν ἦν ἤδη τοῦ βοηθεῖν, φόνος δὲ πανταχοῦ καὶ τροπή. τὸ δὲ πλέον ἀπὸ τοῦ δήμου λαὸς ἀσθενὴς καὶ ἄνοπλος ὅπου καταληφθείη τις ἀπεσφάττετο, καὶ περὶ μὲν τὸν βωμὸν πλῆθος ἐσωρεύετο νεκρῶν, κατὰ δὲ τῶν τοῦ ναοῦ βάθρων αἷμά τʼ ἔρρει πολὺ καὶ τὰ τῶν ἄνω φονευομένων σώματα κατωλίσθανε. 6.260

Καῖσαρ δʼ ὡς οὔτε τὰς ὁρμὰς ἐνθουσιώντων τῶν στρατιωτῶν κατασχεῖν οἷός τε ἦν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἔνδον ἐθεάσατο τοῦ ναοῦ τὸ ἅγιον καὶ τὰ ἐν αὐτῷ, πολὺ μὲν τῆς παρὰ τοῖς ἀλλοφύλοις φήμης ἀμείνω, τοῦ δὲ κόμπου καὶ τῆς παρὰ τοῖς οἰκείοις δόξης οὐκ ἐλάττω. 6.261τῆς φλογὸς δὲ οὐδέπω διικνουμένης οὐδαμόθεν εἴσω, τοὺς δὲ περὶ τὸν ναὸν οἴκους νεμομένης, νομίσας, ὅπερ ἦν, ἔτι σώζεσθαι τὸ ἔργον δύνασθαι προπηδᾷ, 6.262καὶ αὐτός τε παρακαλεῖν τοὺς στρατιώτας ἐπειρᾶτο τὸ πῦρ σβεννύειν καὶ Λιβεράλιον ἑκατοντάρχην τῶν περὶ αὐτὸν λογχοφόρων ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν εἴργειν. 6.263τῶν δὲ καὶ τὴν πρὸς τὸν Καίσαρα αἰδῶ καὶ τὸν ἀπὸ τοῦ κωλύοντος φόβον ἐνίκων οἱ θυμοὶ καὶ τὸ πρὸς Ἰουδαίους μῖσος, καὶ πολεμική τις ὁρμὴ λαβροτέρα·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.254 Joseph. BJ 6.260 (English) >>Joseph. BJ 6.267

Powered by PhiloLogic